Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.51 Joseph. AJ 15.56 (English) >>Joseph. AJ 15.61

15.54τοῦ δὲ περὶ τὸν τόπον ἰδιώματος θερινωτέρου τυγχάνοντος συνειλεγμένοι τάχιον ἐξῆλθον ἀλύοντες, καὶ ταῖς κολυμβήθραις ἐπιστάντες, αἳ μεγάλαι περὶ τὴν αὐλὴν ἐτύγχανον, ἀνέψυχον τὸ θερμότατον τῆς μεσημβρίας. 15.55καὶ πρῶτον μὲν ἑώρων τοὺς νέοντας τῶν οἰκετῶν καὶ φίλων, ἔπειτα προαχθέντος καὶ τοῦ μειρακίου τῷ καὶ τὸν Ἡρώδην παροξῦναι, τῶν φίλων οἷς ταῦτα ἐπιτέτακτο σκότους ἐπέχοντος βαροῦντες ἀεὶ καὶ βαπτίζοντες ὡς ἐν παιδιᾷ νηχόμενον οὐκ ἀνῆκαν, ἕως καὶ παντάπασιν ἀποπνῖξαι. 15.56καὶ διεφθάρη μὲν οὕτως Ἀριστόβουλος, ὀκτωκαίδεκα μὲν οὐ πάντα βιοὺς ἔτη, τὴν δʼ ἱερωσύνην κατασχὼν ἐνιαυτόν, ἣν Ἀνάνηλος ἐκομίσατο πάλιν. 15.57

Ἐξαγγελθέντος δὲ τοῦ πάθους ταῖς γυναιξὶν εὐθὺς μὲν ἐκ μεταβολῆς θρῆνος ἦν ἐπὶ προκειμένῳ τῷ νεκρῷ καὶ πένθος ἄσχετον, τε πόλις τοῦ λόγου διαδοθέντος ὑπερήλγει πάσης ἑστίας οἰκειουμένης τὴν συμφορὰν ὡς οὐκ ἐπʼ ἀλλοτρίῳ γενομένην. 15.58Ἀλεξάνδρα δὲ καὶ μᾶλλον ἐκπαθὴς ἦν συνέσει τῆς ἀπωλείας, τὸ μὲν ἀλγοῦν ἐκ τοῦ γινώσκειν ὅπως ἐπράχθη πλεῖον ἔχουσα, τὸ δʼ ἐγκαρτερεῖν ἀναγκαῖον ἐπὶ μείζονος κακοῦ προσδοκίᾳ ποιουμένη. 15.59καὶ πολλάκις μὲν ἦλθεν αὐτοχειρίᾳ περιγράψασθαι τὸν βίον, ἐπέστη δʼ ὅμως, εἰ δύναιτο ζῶσα προσαρκέσαι τῷ κατʼ ἐπιβουλὰς ἀνόμως διεφθαρμένῳ, τό τε πλέον ἐντεῦθεν αὐτῇ παρεκρότει τὸν βίον, καὶ τὸ μηδεμίαν ὑποψίαν ἐνδοῦναι τοῦ κατὰ πρόνοιαν ἀπολέσθαι τὸν υἱὸν ἱκανὸν εἰς εὐκαιρίαν ἀμύνης ἐνόμιζε.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.51 Joseph. AJ 15.56 (English) >>Joseph. AJ 15.61

Powered by PhiloLogic